Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.30.6 | Hdt. 5.31.3 (English) | >>Hdt. 5.33.2 |
5.31.1
ἀπικόμενος δὲ ὁ Ἀρισταγόρης ἐς τὰς Σάρδις λέγει πρὸς τὸν Ἀρταφρένεα ὡς Νάξος εἴη νῆσος μεγάθεϊ μὲν οὐ μεγάλη , ἄλλως δὲ καλή τε καὶ ἀγαθὴ καὶ ἀγχοῦ Ἰωνίης , χρήματα δὲ ἔνι πολλὰ καὶ ἀνδράποδα . “σὺ ὦν ἐπὶ ταύτην τὴν χώρην στρατηλάτεε , κατάγων ἐς αὐτὴν τοὺς φυγάδας ἐξ αὐτῆς .
5.31.2 καί τοι ταῦτα ποιήσαντι τοῦτο μὲν ἐστὶ ἕτοιμα παρʼ ἐμοὶ χρήματα μεγάλα πάρεξ τῶν ἀναισιμωμάτων τῇ στρατιῇ · ταῦτα μὲν γὰρ δίκαιον ἡμέας τοὺς ἄγοντας παρέχειν ἐστί · τοῦτο δὲ νήσους βασιλέι προσκτήσεαι αὐτήν τε Νάξον καὶ τὰς ἐκ ταύτης ἠρτημένας , Πάρον καὶ Ἄνδρον καὶ ἄλλας τὰς Κυκλάδας καλευμένας .
5.31.3 ἐνθεῦτεν δὲ ὁρμώμενος εὐπετέως ἐπιθήσεαι Εὐβοίῃ νήσῳ μεγάλῃ τε καὶ εὐδαίμονι , οὐκ ἐλάσσονι Κύπρου καὶ κάρτα εὐπετέι αἱρεθῆναι . ἀποχρῶσι δὲ ἑκατὸν νέες ταύτας πάσας χειρώσασθαι .” ὁ δὲ ἀμείβετο αὐτὸν τοισίδε ·
5.31.4 “σὺ ἐς οἶκον τὸν βασιλέος ἐξηγητὴς γίνεαι πρηγμάτων ἀγαθῶν , καὶ ταῦτα εὖ παραινέεις πάντα , πλὴν τῶν νεῶν τοῦ ἀριθμοῦ · ἀντὶ δὲ ἑκατὸν νεῶν διηκόσιαί τοι ἕτοιμοι ἔσονται ἅμα τῷ ἔαρι . δεῖ δὲ τούτοισι καὶ αὐτὸν βασιλέα συνέπαινον γίνεσθαι .”
ch. 32
5.32.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.30.6 | Hdt. 5.31.3 (English) | >>Hdt. 5.33.2 |